Ερμηνεία στό '' Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱός τοῦ ἀνθρώπου '' τού Οσίου Θεοφυλάκτου Βουλγαρίας .





   Επειδή οι περισσότεροι σύγχρονοι θεολόγοι τής Εκκλησίας μάς δίδουν στό συγκεκριμένο Ευαγγέλιο τήν γνωστή ερμηνεία - περί τής δήθεν αναφοράς τού Χριστού στήν δόξα που θά Τού αποδώσουν οι Έλληνες (!), άς δούμε πώς ερμηνεύει τό παρεξηγημένο αυτό ευαγγέλιο - ένας από τούς λογιότερους ερμηνευτές τής Αγίας Γραφής - ο Όσιος Θεοφύλακτος Βουλγαρίας , ο οποίος γιά όσους δέν τό γνωρίζουν ήταν Έλληνας γεννημένος στήν Χαλκίδα Ευβοίας .


 Κατά Ιωάννην άγιον ευαγγέλιον

   Κείμ. : 12.20 ῏Ησαν δέ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 12.21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδά τῆς Γαλιλαίας͵ καί ἠρώτων αὐτὸν λέγοντες͵ Κύριε͵ θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 12.22 ἔρχεται ὁ Φίλιππος καί λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καί Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ. 12.23 ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων͵ Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 12.24 ἀμὴν ἀμὴν λέγω ὑμῖν͵ ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ͵ αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ͵ πολὺν καρπὸν φέρει.

Ἐξήγ. : Διά τά θαυμαστά ὁποῦ ἔλεγαν οἱ Ἰουδαῖοι, καί τήν εὐμορφίαν τοῦ Ναοῦ, ἀνέβαιναν καί ἀπό τούς Ἕλληνας πολλοί, νά προσκυνήσουν· οὗτοι δέ σιμά ἦσαν νά γίνουν καί προσήλυτοι, ἤγουν νά έλθουν εἰς τόν Ἰουδαϊσμόν. Ἐπειδή λοιπόν ἠκούσθη ἡφήμη τοῦ Ἰησοῦ, ἦλθαν πρός τόν Φίλιππον, καί τόν ἐπαρακαλοῦσαν νά ἰδοῦν τόν Ἰησοῦν. Ἐκείνος δέ, ( ἀλλά βλέπε τήν ταπεινοφροσύνην, καί εὐταξίαν αὐτοῦ ) λέγει τῷ Ἀνδρέᾳν διότι ἦτο προτύτερός τοῦ· καί πάλιν ἐκεῖνος δέν ρπάζει τήν τιμήν, οὐδέ εὐθεντεῖ, ἀλλά τόν ἔλαβε μαζί τοῦ καί τόν Φίλιππον, καί τσι λθαν καί τό εἶπαν τῷ Ἰησοῦ. Τοσαύτη εὐταξία, καί αγάπη ἐπολιτεύετο εἰς τό μέσον τούς . Τί τούς λέγει λοιπόν Κύριος (α) ; ἐπειδή τοῖς μαθηταῖς παρήγγειλεν εἰς ὀδόν ἐθνῶν μή ἀπελθεῖν, ἔβλεπε δέ σχεδόν τά ἔθνη ὁποῦ ἤρχοντο πρός ἀυτόν, διότι οἱ Ἕλληνες ὁποῦ ἤθελαν νά τόν ἰδοῦν, πάντως ἐθνικοί ἦσαν· τούς δέ Ἰουδαίους τούς ἔβλεπεν ὅποῦ τόν ἐπιβουλεύοντο· καιρός εἶναι, λέγει, λοιπόν νά ἔλθω εἰς τό πάθος, διότι ἦλθεν ἡ ὥρα τοῦ σταυροῦ, διά νά δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Διότι τί τό ὄφελος, τά μέν ἔθνη νά ἔρχωνται πρός ἡμᾶς, καί ἡμεῖς νά μή τούς δεχώμεθα, καί πρός τούς Ἰουδαίους ὁποῦ μᾶς μισοῦν καί μᾶς ἐπιβουλεύονται νά τρέχωμεν; ἐπειδή λοιπόν οἱ ἐθνικοί τρέχουν πρός ἡμᾶς, τώρα εἶναι λοιπόν ὥρα· τό λοιπόν ἄς ἀφήσωμεν τούς Ἰουδαίους νά τελειώσουν ἐκείνο ὁποῦ βούλονται, καί νά τούς δώσω καιρόν νά μέ σταυρώσουν, διά νά εἶναι απροφάσιστοι ὕστερον, ὅταν τούς ἀφήσω εὐλόγως, ὡς σταυρωτάς ὁμοῦ καί φονεῖς· καί νά πηγαίνω πρός τά ἔθνη ὁποῦ ἄρχισαν ἀπό τά τώρα νά ἔρχωνται πρός τήν διδαχήν μου· διότι μεγάλη αδικία εἶναι τά μέν ἔθνη ὁποῦ διψοῦν τόν λόγον, καί ἀγαποῦν τήν σωτηρίαν τούς, νά μήν τούς τήν δίδω· τοῖς δέ Ἰουδαίοις ὁποῦ καταφρονοῦν τά διδόμενα νά τούς παρακαλῶ, οἱ ὁποῖοι μέ ἐπιβουλεύονταιτόν εὐεργέτην τούς. Εἶτα διά νά μή σκανδαλισθοῦν οἱ μαθηταί, ὅτι ὅταν ἄρχισαν νά ἔρχωνται καί τά ἔθνη, τότε καί ἀποθνήσκει, λέγει, ὅτι αὐτό τοῦτο μᾶλλον τό ἀποθανεῖν ἐμέ, θέλει αὐξήσει τήν πίστιν τῶν ἐθνῶν· διότι καθώς τό σπειρί τοῦ σιταρίου, ὅταν σπαρῇ καί ἀποθάνῃ͵τότε πολύν καρπόν φέρει· ἔτσι λοιπόν καί ὁ ἱδικός μου θάνατος πολύν καρπόν θέλει φέρει πρός τήν πίστιν τῶν ἐθνῶν. Εἰς τόσον ὅτι ἄς μή σκανδαλίζεται κανείς, πώς θέλει ἐμποδισθῇ ἡ πίστις τῶν εθνῶν διά τοῦ θανάτου μου, ἀλλά πείθεται μέ τό παράδειγμα τοῦ κόκκου τοῦ σιταρίου, ὅτι ἔτσι θέλει γίνει ἡ αὔξησις ἐκείνων ὁποῦ πιστεύουν εἰς τήν πτῶσιν τοῦ θανάτου μου, ἤγουν πολλοί θέλουν πιστεύσει μετά τόν θάνατόν μου· διότι ἐάν εἰς τόν κόκκον τοῦ σιταρίου τοῦτο γίνεται, πόσῳ μᾶλλον εἰς ἐμένα· διότι ἐπειδή ἀπέθανα, καί ἀνεστήθην, θέλω δείξει περισσότερον τήν δύναμίν μου, καί θέλουν μέ πιστεύσει πάντες ὡς Θεόν.

(α) Ματθ. ι΄.


Αλλά καί στήν συνέχεια τού Ευαγγελίου,  ο Κύριος δέν αναφέρεται στούς Έλληνες, αλλά στό πάθος Τού . Δέν είναι η μοναδική φορά πού, ενώ οι άνθρωποι ομιλούν γιά ένα θέμα στόν Χριστό, εκείνος αναφέρεται άλλοτε σέ ένα άλλο θέμα καί άλλοτε στήν κρυφή διάθεση τής καρδιάς τών ομιλούντων πρός Αυτόν .


12.25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν͵ καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ
ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 12.26 ἐὰν ἐμοί τις
διακονῇ͵ ἐμοὶ ἀκολουθείτω͵ καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς
ἔσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ. 12.27 Νῦν ἡ ψυχή μου
τετάρακται. καὶ τί εἴπω; Πάτερ͵ σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο
ἦλθον εἰς τὴν ὥραν ταύτην. 12.28 πάτερ͵ δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν
φωνὴ ἐκ τοῦ οὐρανοῦ͵ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 12.29 ὁ οὖν ὄχλος ὁ
ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον͵ Ἄγγελος αὐτῷ
λελάληκεν. 12.30 ἀπεκρίθη καὶ εἶπεν Ἰησοῦς͵ Οὐ δι΄ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν
ἀλλὰ δι΄ ὑμᾶς. 12.31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου͵ νῦν ὁ ἄρχων τοῦ
κόσμου τούτου ἐκβληθήσεται ἔξω· 12.32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς͵ πάντας
ἑλκύσω πρὸς ἐμαυτόν. 12.33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν
ἀποθνῄσκειν. 12.34 ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος͵ Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ
νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα͵ καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι
τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 12.35 εἶπεν οὖν
αὐτοῖς ὁ Ἰησοῦς͵ Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ
φῶς ἔχετε͵ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ
οἶδεν ποῦ ὑπάγει. 12.36 ὡς τὸ φῶς ἔχετε͵ πιστεύετε εἰς τὸ φῶς͵ ἵνα υἱοὶ φωτὸς
γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς͵ καὶ ἀπελθὼν ἐκρύβη ἀπ΄ αὐτῶν. 12.37
Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς
αὐτόν͵ 12.38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν͵ Κύριε͵ τίς
ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; 12.39 διὰ
τοῦτο οὐκ ἠδύναντο πιστεύειν͵ ὅτι πάλιν εἶπεν Ἠσαΐας͵ 12.40 Τετύφλωκεν
αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν͵ ἵνα μὴ ἴδωσιν τοῖς
1350
ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν͵ καὶ ἰάσομαι αὐτούς. 12.41
ταῦτα εἶπεν Ἠσαΐας͵ ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ͵ καὶ ἐλάλησεν περὶ αὐτοῦ.
12.42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν͵ ἀλλὰ διὰ
τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 12.43
ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
12.44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν͵ Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ
ἀλλὰ εἰς τὸν πέμψαντά με͵ 12.45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.
12.46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα͵ ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ
σκοτίᾳ μὴ μείνῃ. 12.47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ͵
ἐγὼ οὐ κρίνω αὐτόν͵ οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸνκόσμον ἀλλ΄ ἵνα σώσω τὸν
κόσμον. 12.48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα
αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 12.49 ὅτι
ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα͵ ἀλλ΄ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν
δέδωκεν τί εἴπω καὶ τί λαλήσω. 12.50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ
αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ͵ καθὼς εἴρηκέν μοι ὁ πατήρ͵ οὕτως λαλῶ.
ΚΕΦΑΛΑΙΟ 13
13.1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα
ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους
τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. 13.2 καὶ δείπνου γενομένου,
τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ᾿Ιούδα Σίμωνος ᾿Ισκαριώτου ἵνα
αὐτὸν παραδῷ, 13.3 εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς
χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 13.4 ἐγείρεται ἐκ
τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἐαυτόν 13.5 εἶτα
βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ
ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 13.6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον,
καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 13.7 ἀπεκρίθη
᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
13.8 λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη
αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾿ ἐμοῦ. 13.9 λέγει αὐτῷ
Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν
κεφαλήν. 13.10 λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς
πόδας νίψασθε, ἀλλ᾿ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾿ οὐχὶ
πάντες. 13.11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες
καθαροί ἐστε. 13.12 ῞Οτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια
αὐτοῦ, ἀναπεσὼν πάλιν εἶπεν αὐτοῖς· γινώσκετε τί πεποίηκα ὑμῖν; 13.13 ὑμεῖς
φωνεῖτε με, ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. 13.14 εἰ
οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς
ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 13.15 ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα
καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 13.16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ
ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος
αὐτόν. 13.17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 13.18 οὐ περὶ
πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ᾿ ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ
τρώγων μετ᾿ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 13.19 ἀπ᾿ ἄρτι
λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι. 13.20
1351
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ
λαμβάνων λαμβάνει τὸν πέμψαντά με. 13.21 Ταῦτα εἰπὼν ὁ ᾿Ιησοῦς ἐταράχθη
τῷ πνεύματι, καὶ ἐμαρτύρησε καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν
παραδώσει με 13.22 ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ
τίνος λέγει. 13.23 ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ
τοῦ ᾿Ιησοῦ, ὃν ἠγάπα ὁ ᾿Ιησοῦς· 13.24 νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι
τίς ἂν εἴη περὶ οὗ λέγει. 13.25 ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ ᾿Ιησοῦ
λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 13.26 ἀποκρίνεται ὁ ᾿Ιησοῦς· ἐκεῖνός ἐστιν ᾧ ἐγὼ
βάψας τὸ ψωμίον ἐπιδώσω. καὶ ἐμβάψας τὸ ψωμίον δίδωσιν ᾿Ιούδᾳ Σίμωνος
᾿Ισκαριώτῃ. 13.27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς.
λέγει οὖν αὐτῷ ὁ ᾿Ιησοῦς· ὃ ποιεῖς, ποίησον τάχιον. 13.28 τοῦτο δὲ οὐδεὶς
ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 13.29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ
γλωσσόκομον εἶχεν ὁ ᾿Ιούδας, ὅτι λέγει αὐτῷ ὁ Ιησοῦς, ἀγόρασον ὧν χρείαν
ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 13.30 λαβὼν οὖν τὸ ψωμίον
ἐκεῖνος εὐθέως ἐξῆλθεν· ἦν δὲ νύξ. 13.31 ῞Οτε οὖν ἐξῆλθεν, λέγει ὁ ᾿Ιησοῦς· νῦν
ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 13.32 εἰ ὁ Θεὸς
ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει
αὐτόν. 13.33 τεκνία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι. ζητήσετέ με, καὶ καθὼς εἶπον
τοῖς ᾿Ιουδαίοις ὅτι ὅπου ὑπάγω ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω
ἄρτι, 13.34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς
ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 13.35 ἐν τούτῳ γνώσονται
πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. 13.36 λέγει αὐτῷ
Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς· ὅπου ἐγὼ
ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι. 13.37
λέγει αὐτῷ ὁ Πέτρος· Κύριε, διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν
ψυχήν μου ὑπὲρ σοῦ θήσω. 13.38 ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς· τὴν ψυχήν σου
ὑπὲρ ἐμοῦ θήσεις ! ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ
ἀπαρνήσῃ με τρίς.
ΚΕΦΑΛΑΙΟ 14
14.1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ
πιστεύετε. 14.2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον
ἂν ὑμῖν· πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· 14.3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω
ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου
εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. 14.4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.
14.5 Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα
τὴν ὁδὸν εἰδέναι; 14.6 λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ
ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ. 14.7 εἰ ἐγνώκειτέ με, καὶ
τὸν πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ᾿ ἄρτι γινώσκετέ αὐτὸν καὶ ἑωράκατε
αὐτόν. 14.8 Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ
ἡμῖν. 14.9 λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ
ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις,
δεῖξον ἡμῖν τὸν πατέρα; 14.10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ
ἐν ἐμοί ἐστι; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ ὁ δὲ πατὴρ ὁ
ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. 14.11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ
1352
ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. 14.12 ἀμὴν ἀμὴν
λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ
μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι, 14.13 καὶ
ὅτι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῶ
υἱῷ. 14.14 ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω. 14.15 ᾿Εὰν ἀγαπᾶτέ
με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, 14.16 καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ
ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα, 14.17 τὸ
Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ
γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.
14.18 οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. 14.19 ἔτι μικρὸν καὶ ὁ
κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε.
14.20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν
ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 14.21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός
ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ
ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 14.22 Λέγει αὐτῷ ᾿Ιούδας,
οὐχ ὁ ᾿Ισκαριώτης· Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν
καὶ οὐχὶ τῷ κόσμῳ; 14.23 ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ἐάν τις ἀγαπᾷ με,
τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν
ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν. 14.24 ὁ μὴ ἀγαπῶν με τοὺς
λόγους μου οὐ τηρεῖ καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ
πέμψαντός με πατρός. 14.25 Ταῦτα λελάληκα ὑμῖν παρ᾿ ὑμῖν μένων 14.26 ὁ δὲ
παράκλητος, τὸ Πνεῦμα τὸ ῞Αγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου,
ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. 14.27
Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος
δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 14.28
ἠκούσατε ὅτιἐγὼ εἶπον ὑμῖν, ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με,
ἐχάρητε ἂν ὅτι εἶπον, πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων
μού ἐστι· 14.29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται
πιστεύσητε. 14.30 οὐκέτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου
ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· 14.31 ἀλλ᾿ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν
πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. ἐγείρεσθε ἄγωμεν
ἐντεῦθεν.
 


Related Posts Plugin for WordPress, Blogger...